Συναξάριον Αγίου Τιμοθέου Προικονήσσου

Συναξάριον.
Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Τιμοθέου, ἀρχιεπισκόπου Προκοννήσου.
Τὸν Τιμόθεον, τὸν Προκοννήσου θύτην,
τιμᾷ Θεὸς πρίν, νῦν τε θαυματουργίαις
Οὗτος ἤκμασε περὶ τὰ μέσα τοῦ ἕκτου αἰῶνος, ἐπὶ βασιλεία τῶν Αὐτοκρατόρων, Ἰουστίνου τοῦ Θρᾳκός, καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰουστινιανοῦ τοῦ Μεγάλου, ἐν τῇ Βασιλευούσῃ ποιούμενος τὰς διατριβάς. Ἀρετῇ δὲ πάσῃ κεκτημένος, προχειρίζεται Ἐπίσκοπος Προκοννήσου, ἤ συνηθέστερον εἰπεῖν, Προικοννήσου, ἥτις τὸ πάλαι καὶ Ἐλαφόννησος ἐκαλεῖτο· νῦν δὲ ὑπὸ πάντων γινωσκομένη καὶ λεγομένη Μαρμαρᾶς. Ἀπελθῶν οὖν ἐκεῖσε ὁ θεῖος Πατήρ, καὶ τοὺς κατοίκους τῆς νήσου ταύτης εὑρὼν τὴν πειρατείαν μετερχομένους, καὶ πολλὴν ἀπανθρωπίαν τοῖς ἐν τὰ παράλια ἐκεῖνα ναυαγοῦσι δεικνύοντας, κατέβαλε πᾶσαν σπουδήν, ἵνα τῆς τοιαύτης γνώμης ἀπαλλάξῃ αὐτούς, καὶ εἰς οἶκτον πρὸς τοὺς δυστυχοῦντας προτρέψῃ· ὅ καὶ πεποίηκεν ἐν ὀλίγῳ χρόνῳ, διὰ τῆς χριστομιμήτου αὐτοῦ πρᾳότητος. Καλῶς δὲ ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, καὶ ἀσκητικῶς διανύσας τὸν βίον, καὶ τὴν μὲν ἐπενεχθεῖσαμ αὐτῷ συκοφαντίαν ἀνεξικάκως ὑπενεγκών, τὴν δὲ θυγατέρα Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος δαιμονιῶσαν, ἐμφανισθεὶς μόνον καὶ ἰασάμενος ἀνεπαύσατο ἐν Κυρίῳ, πλήρης ἡμέρων, τῇ 1ῃ Αὐγούστου. Ἡ δὲ φιλόθεος μήτηρ τῆς ἰαθείσης παιδός, ἡ βασιλὶς Θεοδώρα, πρὸς ἔνδειξιν εὐγνωμοσύνης τῆς εἰς τὸν Ἅγιον, ἀνήγειρε ἐπὶ τῷ ὀνόματι αὐτοῦ Μονὴν ἱεράν, ἐπί τινος εὐρυχώρου πεδιάδος, ὅπου ἡ πάσχουσα πρότερον ἀπελθοῦσα ἰάθη, καὶ τὸ ἱερώτατον ἅγιον λείψανόν του εὑρέθη, μετὰ τὴν ἀποβίωσην αὐτοῦ, καὶ πηγὴ ἁγιάσματος, μικρὸν ἀπωτέρω. Κεῖται δὲ ἡ πεδιὰς αὕτη νοτιανατολικῶς τῆς νήσου, ἄνωθεν τῆς πάλαι ποτὲ κωμοπόλεως Προικοννήσου, Κλαζάκιον τανῦν ὑπὸ τῶν ἐγχωρίων καλουμένης, καὶ μηδὲν ἕτερον ἔχούσης, εἰμὴ περίπου οἰκίας σμικράς. Καίτοι δὲ ἐρειπίων ὄντων καὶ τῆς Μονῆς καὶ τοῦ μεγίστου αὐτῆς Ναοῦ, συνέρχονται ὅμως ἐκεῖ κατ’ ἔτος οἱ ἐγχώριοι, ἐπιτελοῦντες τὴν τοῦ ἁγίου ἑορτήν.
 
 
Εκτύπωση