ploigisi h3

bottom neo



Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


agios chrysostomos naos1Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς.
Τί γάρ ἐστι νηστεία, ἢ ἀγώνων στέφανος, καὶ μισθῶν πρόξενος, καὶ σωτηρίας ὁδός;Νηστεία γὰρ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν,
ἀπὸ αἰχμαλωσίας εἰς τὴν πατρίδα ἐπανάγει• νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται, νηστεία σαθρωθεῖσαν ψυχὴν ταῖς ἁμαρτίαις ἀνακαινίζει, νευροῖ τὴν ψυχὴν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον τοῦ Θεοῦ εἰσάγει, ἐκπορθεῖ τὰ πάθη, γαληνιᾷ τοὺς λογισμούς. Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυνται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθαρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει, πνευματικὸν γενόμενον ὑπὲρ φύσιν.Χαῖρε ἐν νηστείᾳ, καὶ μὴ στύγναζε, ὡς οἱ ὑποκριταί• ἀφανίζουσι τὰ πρόσωπα πρὸς θέαν ἀνθρωπίνην, ἀπολλύντες τὸν μισθὸν τῆς νηστείας.Τοῦ γὰρ Σωτῆρός ἐστιν ὁ λόγος• Ἐν νηστείᾳ ἄλειψόν σου τὴν κεφαλὴν, νίψον τὸ πρόσωπον τῇ εὐποιίᾳ, λάμψον ταῖς ἀρεταῖς, ὅπως ἐμοὶ μόνῳ φαίνῃ νηστεύων, τῷ τὰ κρυπτὰ καθορῶντι.
Μὴ δυσχεράνῃς, ἀγαπητὲ, πρὸς τὴν νηστείαν, τὴν τῶν ἀρετῶν μητέρα, τὴν ῥίζαν τῶν ἀγαθῶν, τὴν πηγὴν τῆς σωφροσύνης, τὴν φύλακα τῆς εὐσεβείας, τὴν τῶν ἁγίων σύντροφον, τὴν τῶν ἀγγέλων ὁμόσκηνον, τὴν διαβόλου ἔχθραν, τὴν τοῦ Πνεύματος φίλην• δι' ἧς αἱ ἡδοναὶ ἡμᾶς φεύγουσι καὶ δαίμονες ὑπαναχωροῦσι, καὶ θυμὸς ἀτονεῖ, καὶ ἐπιθυμία νεκροῦται, καὶ ἀρεταὶ ζῶσι καὶ λάμπουσιν ἐν ἡμῖν• δι' ἧς τὰ πάθη ἠρεμεῖ, καὶ καταστέλλεται τῶν ἡδονῶν ὁ τάραχος, καὶ ὡς ἐν γαλήνῃ πλεῖ ὁ νοῦς, τῶν τρικυμιῶν τοῦ χειμῶνος τῆς πονηρίας διὰ τῆς ἐγκρατείας ταύτης καλῶς διανύσας, καὶ τῷ λιμένι τῆς ἀρετῆς τὴν ὁλκάδα προσορμίσας.Ἔχεις λοιπὸν τὸ κέρδος ἀσύλητον, τὸν φόρτον ἀναυάγητον, ὅταν ταῖς ἐντολαῖς τοῦ Πνεύματος ἐμπορεύσῃ, ὅταν τὸν λογισμὸν τῷ φόβῳ τοῦ Θεοῦ στηρίξας καὶ τὰ παρόντα διακρούσῃ, ἀκούων τῆς θείας Γραφῆς λεγούσης• Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ.
Μὴ ἀγαπήσωμεν τοῦ κόσμου τούτου τὴν τρυφὴν, ἥτις ὡς φόρτος βαρὺς τῷ σκάφει τῆς ψυχῆς γινομένη ὑποβρύχιον αὐτὸ ἀπεργάζεται.
Ἢ οὐκ οἶδας, ὅτι μέχρι φάρυγγος ἵσταται, καὶ ἀργεῖ λοιπὸν μετὰ τὸν φάρυγγα πᾶσα τρυφή• ἡ δὲ ἐξ αὐτῆς τικτομένη τιμωρία ἀτελεύτητον ἔχει τὴν βάσανον;
Τοὺς μὴ νήφοντας σκοτοῖ ἡ τρυφὴ, τὸ κάλλος τῆς ψυχῆς ἀμαυροῖ, νεκρὸν ἔμπνουν ἀπεργάζεται• ὅσα οὐ θέμις, ἐκεῖνα πράττειν παρασκευάζει, διεγείρει τῆς ἡδονῆς τὰ ὄργανα, τὸν πόλεμον αὔξει, διυπνίζει τὰς ἐπιθυμίας•
ἀνενέργητος εἶ λοιπὸν πρὸς ἀρετήν. Τῶν γὰρ μελῶν λυθέντων, καὶ τῇ πολυοινίᾳ τὴν φρένα κλαπεὶς οὐκ ἰσχύεις ἔτι ἀνταγωνίσασθαι, καὶ εὐεπιχείρητος τοῖς ἐχθροῖς γίνῃ, ὥσπερ ναῦς ὑπὸ πνεύματος ἐλαυνομένη, μὴ ἔχουσα κυβερνήτην δυνάμενον ταῖς προσβολαῖς τῶν κυμάτων ἀντιμαχήσασθαι, ἥτις ὧδε κἀκεῖσε βάλλεται, καὶ οὐδὲν ἕτερον αὐτῇ ὑπάρχει, εἰ μὴ ναυαγίαν προσδοκᾷν.
Μὴ τοίνυν, παρακαλῶ, μὴ μετὰ τὴν νηστείαν τρυφῇ σχολάσωμεν, μηδὲ τοὺς πολλοὺς πόνους ἀμελείᾳ κατασβέσωμεν• ἀλλὰ πόνους πόνοις συνάπτοντες, οὕτω προσδοκήσωμεν τὴν ἀντίδοσιν.Ὅταν γάρ τις μισθὸν μισθῷ συνάψῃ, ἔχει πολὺ κέρδος τεθησαυρισμένον. Μὴ σβέσωμεν τῆς νηστείας τὸ ἄνθος, μηδὲ τρυφῇ ναυαγῆσαι τὴν φρένα πρὸς ἡδονὰς παραχωρήσωμεν, ἵνα μὴ ἀνιάτοις κακοῖς τὴν ψυχὴν ταμιεύσωμεν. Κἂν μετὰ τὴν νηστείαν βούλῃ θεραπεῦσαι τὸ σῶμα ὡς ἀσθενὲς τυγχάνον, τῇ συμμετρίᾳ θεράπευσον• ἵνα, ὥσπερ ὁλκὰς ἐλαφρὸν φορτίον ἄγουσα, ὑψηλοτέρα ᾖ τῶν κυμάτων τῆς πονηρίας ἡ ψυχή•
κἂν οἱ πειρασμοὶ διεγερθῶσι τῶν ἐπιθυμιῶν, νῆψαι δυνηθῇ πρὸς ἀνταγώνισιν, πρὸς κυβέρνησιν λογισμῶν, ἵνα τὸ σκάφος ἀναυάγητον διαφυλάξωμεν.
Ἔχομεν γὰρ ἀδελφὴν τῆς νηστείας σύμμαχον πρὸς βοήθειαν, εὐχὴν λέγω•
κἂν θάνατος ᾖ, κἂν πειρασμὸς, ἢ ἕτερόν τι τῶν κακῶν, εὐχῇ καὶ νηστείᾳ διαλύεται. Καὶ τί λέγω; Νηστεία δαίμονας φυγαδεύει, καὶ τὴν τοῦ διαβόλου τυραννίδα καταλύει, μάλιστα εἰ τὴν εὐχὴν ἔχει συνεργοῦσαν•νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγε, Νινευΐτας ἐκ θανάτου ἐῤῥύσατο, νηστεία τὸν ∆ανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε, νηστεία τοὺς τρεῖς παῖδας ἀκεραίους ἐν μέσῳ τῆς καμίνου διετήρησε, νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξης ἠξίωσε, νηστεία Ἑλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε.
Καὶ τί ἔτι λέγω; Εἰ μὴν ἦν φάρμακον σωτηρίας καὶ πρόξενον ζωῆς, οὐκ ἂν ἐξ ἀρχῆς ὁ Θεὸς νηστεύειν ἐνετείλατο. Εἰ γὰρ ἐνήστευσεν Ἀδὰμ, οὐκ ἂν αὐτῷ θάνατος ἤγγιζεν, οὐκ ἂν ἐξέπιπτε τῆς ἀξίας τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ, καὶ τοῦ παραδείσου τῆς τρυφῆς ἐξεβάλλετο, καὶ τὴν ἐπίμοχθον ταύτην ζωὴν κατεδικάζετο• ἀλλ' ἐπειδὴ νόμῳ γαστρὸς ὑπήκουσε, διὰ τοῦτο εἰς θάνατον κατήντησε. Νηστεία ἀγγέλων ὑπάρχει δίαιτα• καὶ τὸ δὴ μεῖζον, ὁ Σωτὴρ ἐνήστευσεν, οὐκ αὐτὸς δεόμενος τοῦ φαρμάκου τῆς νηστείας, ἀλλ' ἵνα ὑπογραμμοὺς ἡμῖν νηστείας ἐγκατασπείρῃ πρὸς σωτηρίαν. Λάβε τοίνυν τὴν νηστείαν ὅλου τοῦ βίου συνέμπορον, ἵνα σε διαφυλάξῃ, ἵνα σε ἐκ θανάτου ῥύσηται, ἵνα σε ἐκ πειρασμῶν διασώσῃ, καὶ εἰσάξῃ σε εἰς τὸν τῆς βασιλείας τῶν οὐρανῶν λιμένα, χάριτι τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

footer
  • Τρίτη
    12 Νοεμβρίου

    Ιωάννου ελεήμονος, Νείλου οσίου, Σάββα και Νικολάου νεομαρτ.


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ